Κατά Λουκάν (κδ΄ 36-53)

Ἐν ταῖς ημέραις εκείναις, ἔστη ὁ Ἰησοῦς ἐν μέσῳ τῶν μαθητῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.

Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.

Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.

Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.

Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.

Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

 

Ἀπόδοση στη νεοελληνική:

Τόν καιρό ἐκεῖνο,

Εἶπεν ὁ  Κύριοςτὴν ἑξῆς παραβολή:

Τίς ἡμέρες ἐκεῖνες, ἐστάθηκε ὁ Ἰησοῦς εἰς τὸ μέσον καὶ τοὺς λέγει, «Εἰρήνη ὑμῖν». Καταληφθέντες δὲ ἀπὸ τρόμον καὶ φόβον, ἐνόμισαν ὅτι βλέπουν φάντασμα. Ἀλλ’ αὐτὸς τοὺς εἶπε, «Γιατὶ εἶσθε ταραγμένοι καὶ γιατὶ ἀνεβαίνουν σκέψεις στὶς καρδιές σας; Ἰδέτε τὰ χέρια μου καὶ τὰ πόδια μου· εἶμαι ἐγὼ ὁ ἴδιος· ψηλαφίστε με καὶ ἰδέτε· ἕνα φάντασμα δὲν ἔχει σάρκα καὶ ὀστᾶ, ὅπως βλέπετε νὰ ἔχω ἐγώ».

 

Καὶ ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ τὰ πόδια του.

Ἐπειδὴ ἀπὸ τὴν χαράν τους ἀκόμη δὲν ἐπίστευαν καὶ ἦσαν κατάπληκτοι τοὺς εἶπε, «Ἔχετε τίποτε φαγώσιμον ἐδῶ;». Τοῦ ἔδωκαν ἕνα κομμάτι ἀπὸ ψητὸ ψάρι καὶ κηρήθραν ἀπὸ μέλι, αὐτὸς τὰ ἐπῆρε καὶ ἔφαγε μπροστά τους.

Καὶ ὕστερα τοὺς εἶπε, «Αὐτοὶ εἶναι οἱ λόγοι ποὺ σᾶς εἶπα, ἐνῷ ἤμουν ἀκόμη μαζί σας, ὅτι δηλαδὴ πρέπει νὰ ἐκπληρωθοῦν ὅλα, ὅσα εἶναι γραμμένα εἰς τὸν νόμον τοῦ Μωϋσέως, εἰς τοὺς Προφήτας καὶ εἰς τοὺς Ψαλμοὺς γιὰ μένα».

Τότε τοὺς ἄνοιξε τὸν νοῦν νὰ καταλάβουν τὰς γραφάς, καὶ τοὺς εἶπε, «Ἔτσι εἶναι γραμμένον καὶ ἔτσι ἔπρεπε ὁ Χριστὸς νὰ πάθῃ καὶ νὰ ἀναστηθῇ ἐκ νεκρῶν τὴν τρίτην ἡμέραν, καὶ νὰ κηρυχθῇ εἰς τὸ ὄνομά του μετάνοια καὶ ἄφεσις ἁμαρτιῶν εἰς ὅλα τὰ ἔθνη ἀρχίζοντες ἀπὸ τὴν Ἱερουσαλήμ. Σεῖς εἶσθε μάρτυρες αὐτῶν τῶν πραγμάτων. Καὶ ἰδού, ἐγὼ στέλλω σ’ ἐσᾶς ὅ,τι ὑποσχέθηκε ὁ Πατέρας μου· σεῖς δὲ καθῆστε εἰς τὴν πόλιν Ἱερουσαλὴμ ἕως ὅτου ἐνδυθῆτε δύναμιν ἐξ ὕψους».

Τοὺς ὡδήγησε δὲ ἔξω ἕως τὴν Βηθανίαν καὶ ἀφοῦ ἐσήκωσε τὰ χέρια του τοὺς εὐλόγησε. Καὶ ἐνῷ τοὺς εὐλογοῦσε, ἀποχωρίσθηκε ἀπὸ αὐτοὺς καὶ ἐφέρετο ἐπάνω εἰς τὸν οὐρανόν. Αὐτοὶ τὸν προσκύνησαν καὶ ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ μὲ μεγάλην χαράν, καὶ ἦσαν πάντοτε εἰς τὸν ναόν, δοξολογοῦντες καὶ εὐχαριστοῦντες τὸν Θεόν. Ἀμήν.