Κατά Λουκάν (ιγ΄ 19-29)

Εἶπεν ὁ Κύριος· Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.

Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.

Τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος:

Η βασιλεία τοῦ Θεοῦ μοιάζει μὲ ἕνα σπόρον συναπιοῦ, τὸν ὁποῖον ἐπῆρε ἕνας ἄνθρωπος καὶ τὸν ἔσπειρε εἰς τὸ περιβόλι του καὶ ἐμεγάλωσε καὶ ἔγινε δένδρον μεγάλο καὶ τὰ πτηνὰ ἔκαναν φωλιὲς στὰ κλαδιά του».

Πάλιν εἶπε, «Μὲ τί νὰ παρομοιάσω τὴν βασιλείαν τοῦ Θεοῦ; Μοιάζει μὲ προζύμι ποὺ τὸ ἐπῆρε μιὰ γυναῖκα καὶ τὸ ἀνέμιξε μὲ τρία σάτα ἀλεύρι ἕως ὅτου ἐζυμώθηκε ὁλόκληρον».

Καὶ περιώδευε τὶς πόλεις καὶ τὰ χωριὰ διδάσκων καὶ βαδίζων πρὸς τὴν Ἱερουσαλήμ.

Κάποιος τοῦ εἶπε, «Κύριε, ὀλίγοι εἶναι ἐκεῖνοι ποὺ θὰ σωθοῦν;» Αὐτὸς δὲ τοὺς εἶπε, «Νὰ ἀγωνίζεσθε νὰ μπῆτε ἀπὸ τὴν στενὴν πύλην, διότι πολλοί, σᾶς λέγω, θὰ ζητήσουν νὰ μποῦν ἀλλὰ δὲν θὰ μπορέσουν. Ὅταν σηκωθῇ ὁ οἰκοδεσπότης καὶ κλείσῃ τὴν πόρτα καὶ σεῖς θὰ στέκεσθε ἔξω καὶ κτυπᾶτε τὴν πόρτα καὶ λέτε, «Κύριε, Κύριε, ἄνοιξέ μας», ἀυτὸς θὰ σᾶς ἀποκριθῇ, «Δὲν σᾶς ξέρω ἀπὸ ποῦ εἶσθε». Τότε θὰ ἀρχίσετε νὰ λέτε, «Ἐφάγαμε ἐνώπιόν σου καὶ ἤπιαμε καὶ στὶς πλατεῖες μας ἐδίδαξες»· ἀλλ’ αὐτὸς θὰ πῇ, «Σᾶς λέγω, δὲν σᾶς ξέρω ἀπὸ ποῦ εἶσθε· φύγετε ἀπὸ ἐμὲ ὅλοι οἱ ἐργάται τοῦ κακοῦ».

Ἐκεῖ θὰ εἶναι τὸ κλάμμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν, ὅταν θὰ ἰδῆτε τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ ὅλους τοὺς προφήτας εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἐνῷ ἐσᾶς θὰ σᾶς βγάζουν ἔξω. Καὶ θὰ ἔλθουν ἀπὸ ἀνατολὰς καὶ δυσμὰς καὶ ἀπὸ βορρὰν καὶ ἀπὸ νότον καὶ θὰ καθήσουν εἰς τὴν τράπεζαν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ.